TLG 1681 001 :: SOLONIS EPISTULAE :: Epistulae

SOLONIS EPISTULAE Epist.
(Incertum)

Cf. et SOLON Nomographus et Poeta (0263)

Epistulae

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 636–637.

Citation: Epistle — (line)

1

(t)

Περιάνδρῳ.
1 Ἀπαγγέλλεις μοι πολλούς τοι ἐπιβουλεύειν. σὺ δὲ εἰ μὲν μέλλεις ἐκποδὼν ἅπαντας ποιήσεσθαι, οὐκ ἂν φθάνοις. ἐπιβουλεύσειε δ’ ἄν τις καὶ τῶν ἀνυπόπτων, ὃ μὲν δεδιὼς περὶ αὑτῷ, ὃ δὲ σοῦ καταγνοὺς οὐκ ἔσθ’
5ὅ τι οὐκ ὀρρωδοῦντος. κἂν τῇ πόλει χάριν κατάθοιτο ἐξευρών, ἢν μὴ ὕποπτος εἴης. ἄριστον μὲν οὖν ἀπέ‐ χεσθαι, ἵνα τῆς αἰτίας ἀπαλλαγῇς. εἰ δὲ πάντως τυραννητέον, φροντίζειν ὅπως τὴν ἀλλοδαπὴν δύναμιν μείζονα ἕξεις τῶν ἐν τῇ πόλει, καὶ οὐδεὶς ἔτι τοι δει‐
10νός, μηδὲ σὺ ἐκποδών τινα ποιοῦ.

2

(t)

Ἐπιμενίδῃ.
1 Οὔτε οἱ ἐμοὶ θεσμοὶ ἄρα Ἀθηναίους ἐπιπολὺ ὀνή‐ σειν ἔμελλον, οὔτε σὺ καθήρας τὴν πόλιν ὤνησας. τό τε γὰρ θεῖον καὶ οἱ νομοθέται οὐ καθ’ ἑαυτὰ δύνανται ὀνῆσαι τὰς πόλεις, οἱ δὲ ἀεὶ τὸ πλῆθος ἄγοντες ὅπως ἂν
5γνώμης ἔχωσιν. οὕτω δὲ καὶ τὸ θεῖον καὶ οἱ νόμοι εὖ μὲν ἀγόντων εἰσὶν ὠφέλιμοι, κακῶς δὲ ἀγόντων οὐδὲν ὠφελοῦσιν. οὐδ’ οἱ ἐμοὶ ἀμείνους εἰσὶ καὶ ὅσα ἐγὼ ἐνομοθέτησα, οἱ δ’ ἐπιτρέποντες τὸ ξυνὸν ἔβλα‐ πτον, οἳ οὐκ ἐγένοντο ἐμποδὼν Πεισιστράτῳ ἐπιθέσθαι
10τυραννίδι. οὐδ’ ἐγὼ προλέγων πιστὸς ἦν, ἐκεῖνος δὲ πιστότερος κολακεύων Ἀθηναίους ἐμοῦ ἀληθεύοντος. ἐγὼ δὴ θέμενος πρὸ τοῦ στρατηγείου τὰ ὅπλα εἶπον τῶν μὲν μὴ αἰσθανομένων Πεισίστρατον τυραννη‐ σείοντα εἶναι ξυνετώτερος, τῶν δὲ ὀκνούντων ἀμύ‐
15νεσθαι ἀλκιμώτερος. οἳ δὲ μανίαν Σόλωνος κατεγί‐ νωσκον. τελευτῶν δὲ ἐμαρτυράμην «ὦ πατρίς, οὗτος μὲν Σόλων ἕτοιμός τοι καὶ λόγῳ καὶ ἔργῳ ἀμύνειν, τοῖς δ’ αὖ καὶ μαίνεσθαι δοκῶ, ὥστε ἄπειμί τοι ἐκ μέσου ὁ μόνος ἐχθρὸς Πεισιστράτου. οἳ δὲ καὶ δορυ‐
20φορούντων αὐτόν, εἴ τι βούλονται.» ἴσθι γὰρ τὸν ἄν‐ δρα, ὦ ἑταῖρε, δεινότατα ἁψάμενον τῆς τυραννίδος. ἤρξατο μὲν δημαγωγεῖν, εἶτα δὲ ἑαυτῷ τραύματα ποιήσας, παρελθὼν ἐφ’ ἡλιαίαν ἐβόα φάμενος πεπον‐ θέναι ταῦτα ὑπὸ τῶν ἐχθρῶν, καὶ φύλακας ἠξίου πα‐
25ρασχεῖν οἱ τετρακοσίους τοὺς νεωτάτους. οἳ δὲ ἀνη‐ κουστήσαντές μου παρέσχον τοὺς ἄνδρας. οὗτοι δὲ ἦσαν κορυνηφόροι. καὶ μετὰ τοῦτο τὸν δῆμον κατέλυ‐ σεν. ἦ μάτην ἔσπευδον ἀπαλλάξαι τοὺς πένητας αὐτῶν τῆς θητείας, οἵ γε δὴ νῦν ξύμπαντες ἑνὶ δου‐
30λεύουσι Πεισιστράτῳ.636

3

(t)

Πεισιστράτῳ.
1 Πιστεύω μηδὲν κακὸν ἐκ σοῦ πείσεσθαι· καὶ γὰρ πρὸ τῆς τυραννίδος φίλος σοι ἦν, καὶ νῦν οὐ μᾶλλον διάφορος ἢ τῶν ἄλλων τις Ἀθηναίων ὅτῳ μὴ ἀρέσκει τυραννίς. εἴτε δὲ ὑφ’ ἑνὸς ἄρχεσθαι ἄμεινον αὐτοῖς
5εἴτε δημοκρατεῖσθαι, πεπείσθω ᾗ ἑκάτερος γιγνώ‐ σκει. καί σέ φημι πάντων τυράννων εἶναι βέλτιστον. ἐπανήκειν δέ μοι Ἀθήναζε οὐ καλῶς ἔχον ὁρῶ, μή μέ τις μέμψηται, εἰ διαθεὶς Ἀθηναίοις ἰσοπολιτείαν καὶ παρὸν τυραννεῖν αὐτὸς οὐκ ἀξιώσας νῦν ἐπανελθὼν
10ἀρεσκοίμην οἷς σὺ πράσσεις.

4

(t)

Κροίσῳ.
1 Ἄγαμαί σε τῆς περὶ ἡμᾶς φιλοφροσύνης, καὶ νὴ τὴν Ἀθηνᾶν, εἰ μὴ περὶ παντός μοι ἦν οἰκεῖν ἐν δημο‐ κρατίᾳ, ἐδεξάμην ἂν μᾶλλον τὴν δίαιταν ἔχειν ἐν τῇ παρὰ σοὶ βασιλείᾳ ἢ Ἀθήνησι τυραννοῦντος βιαίως
5Πεισιστράτου. ἀλλὰ καὶ ἡδίων ἡμῖν ἡ βιοτή, ἔνθα πᾶσι τὰ δίκαια καὶ ἴσα. ἀφίξομαι δ’ οὖν παρὰ σὲ
σπεύδων τοι ξένος γενέσθαι.637